Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.165 Dem. 24.169 (English) >>Dem. 24.172

24.167καὶ μὴν εἰ θέλετε σκέψασθαι παρʼ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, τί δοῦλον ἐλεύθερον εἶναι διαφέρει, τοῦτο μέγιστον ἂν εὕροιτε, ὅτι τοῖς μὲν δούλοις τὸ σῶμα τῶν ἀδικημάτων ἁπάντων ὑπεύθυνόν ἐστιν, τοῖς δʼ ἐλευθέροις ὕστατον τοῦτο προσήκει κολάζειν. οἱ δὲ τοὐναντίον εἰς τὰ σώματα, ὥσπερ ἀνδραπόδοις, ἐποιήσαντο τὰς τιμωρίας. 24.168οὕτω δʼ ἀνίσως καὶ πλεονεκτικῶς ἔσχε πρὸς ὑμᾶς Ἀνδροτίων ὥστε τὸν μὲν αὑτοῦ πατέρʼ ᾤετο δεῖν, δημοσίᾳ δεθέντʼ ἐπὶ χρήμασιν ἐν τῷ δεσμωτηρίῳ, μήτʼ ἀποδόντα ταῦτα μήτε κριθέντʼ ἀποδρᾶναι, τῶν δʼ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον τὰ ἑαυτοῦ θεῖναι οἴκοθεν εἰς τὸ δεσμωτήριον ἀχθένθʼ ὑφʼ ἑαυτοῦ δεδέσθαι. 24.169καὶ Τιμοκράτης τῶν μὲν πολλῶν ἡμῶν τότε, ὅτε τὴν διπλασίαν εἰσέπραττεν, οὐδʼ ἂν παρʼ ἑνὸς λαβεῖν ἠθέλησεν ἐγγυητάς, μὴ <ὅτι> μέχρι τῆς ἐνάτης πρυτανείας, ἀλλʼ οὐδὲ μιᾶς ἡμέρας, ἀλλʼ διπλᾶ τὰ χρήματʼ ἔδει καταβάλλειν παραχρῆμα δεδέσθαι· παρεδίδου δʼ οὗτος τοῖς ἕνδεκα τὸν οὐκ ὠφληκότʼ ἐν τῷ δικαστηρίῳ. νῦν δʼ ὅπως ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἄδετοι περιίασιν, ὑπεύθυνον αὑτὸν ποιήσας νόμον εἰσενεγκεῖν ἐτόλμησεν.

24.170ἀλλʼ ὅμως κἀκεῖνα καὶ τάδε φήσουσʼ ὑπὲρ ὑμῶν πράττειν. εἶτα ταῦθʼ ὑμεῖς ἀναδέξεσθʼ ὑπὲρ ὑμῶν πεπρᾶχθαι, καὶ τὰ τῆς τούτων θρασύτητος καὶ πονηρίας ἔργα πράως οἴσετε; ἀλλὰ μισεῖν ὀφείλετε τοὺς τοιούτους, ἄνδρες Ἀθηναῖοι, μᾶλλον σῴζειν. τὸν γὰρ ὑπὲρ τῆς πόλεως πράττοντά τι καὶ πράων ὑμῶν τευξόμενον τὸ τῆς πόλεως ἦθος ἔχοντα δεῖ φαίνεσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.165 Dem. 24.169 (English) >>Dem. 24.172

Powered by PhiloLogic